Ancient Greek
5 to 8
DIODORUS PERIEGETA, Fragmenta 5-8
Not analysed yet
Ἀριστογείτων δ ̓ ἐν τῷ Κατὰ Φρύνης τὸ κύριον αὐτῆς φησιν εἶναι ὄνομα Μνησαρέτην. Οὐκ ἀγνοῶ δὲ ὅτι τὸν ἐπιγραφόμενον κατ ̓ αὐτῆς Εὐθίου λόγον Διόδωρος ὁ περιηγητὴς Ἀναξιμένους φησὶν εἶναι. Εὐωνυμεῖς . . . δῆμός ἐστι τῆς Ἐρεχθηίδος, ὥς φησι Διόδωρος. Θημακεύς . . . δῆμός ἐστι φυλῆς τῆς Ἐρεχθηίδος Θήμακος, ὥς φησι Διόδωρος ὁ περιηγητὴς ἐν τῷ Περὶ τῶν δήμων. Λαμπτραὶ δῆμος τῆς Ἐρεχθηίδος, ὡς Δ. φησί. β’ δ ̓ εἰσὶ Λαμπτραί, αἱ μὲν παράλιαι, αἱ δὲ καθύπερθεν. Ἐρχείαθεν. Ἐρχεία δῆμός ἐστι τῆς Αἰγηίδος, ὥς φησι Διόδωρος. Ἰκαριεύς, δῆμός ἐστι τῆς Αἰγηίδος, ὥς φησι Διόδωρος. Οἴηθεν . . . Δῆμος τῆς Πανδιονίδος ἡ Οἴη, ὡς Διόδωρος. Οἴηθεν δὲ ἐκ τόπου ἐπίρρημα.