Ancient Greek
Dfhg-Source dfhg2_DIODORUS_PERIEGETA
DIODORUS PERIEGETA, Fragmenta 8
Not analysed yet
Παιανιεῖς καὶ Παιονίδαι . . . Εἰσὶ δὲ διττοὶ δῆμοι Παιανιέων τῆς Πανδιονίδος φυλῆς, οὓς Διόδωρος καλεῖσθαί φησι Παιανιέαν καθύπερθεν καὶ Παιανιέαν ὑπένερθεν· ὁμοίως δ ̓ ἑκατέρου τῶν δήμων τὸν δημότην καλεῖσθαί φησι Παιανιέα. Διαφέρουσι δὲ οὗτοι τῶν Παιονιδῶν, ὡς Ἴστρος ἐν Ἀτάκτῳ ὑποσημαίνει. Μνημονεύουσι δὲ καὶ τούτων οἱ ῥήτορες, ὥσπερ καὶ Δείναρχος ἐν τῷ Κατὰ Στεφάνου περὶ τοῦ ὀχετοῦ. Δῆμος δέ ἐστι καὶ οὗτος τῆς Λεοντίδος, ὡς ὁ αὐτὸς Διόδωρος δηλοῖ.