Ancient Greek · ~2 min
Book XII, Chapter 52
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 52-2
Not analysed yet
ἅμα δὲ τούτοις πραττομένοις Λακεδαιμόνιοι μὲν παραλαβόντες τοὺς ἐκ Πελοποννήσου συμμάχους εἰσέβαλον εἰς τὴν Ἀττικήν, ἔχοντος τὴν ἡγεμονίαν Ἀρχιδάμου τοῦ βασιλέως, τὸν δὲ σῖτον ἐν τῇ χλόῃ διέφθειραν, καὶ τὴν χώραν δῃώσαντες ἐπανῆλθον εἰς τὰς πατρίδας. οἱ δʼ Ἀθηναῖοι παρατάξασθαι μὲν οὐ τολμῶντες, ὑπὸ δὲ τῆς νόσου καὶ τῆς σιτοδείας πιεζόμενοι, κακὰς περὶ τοῦ μέλλοντος ἐλάμβανον ἐλπίδας. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.