Ancient Greek · ~1 min
Book XII, Chapter 68
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 68.6
Not analysed yet
ταύτας δὲ χειρωσάμενος ἐστράτευσεν ἐπὶ πόλιν Τορώνην, ἄποικον μὲν Χαλκιδέων, κατεχομένην δὲ ὑπʼ Ἀθηναίων. προδιδόντων δέ τινων τὴν πόλιν, ὑπὸ τούτων εἰσαχθεὶς νυκτὸς ἐκράτησε τῆς Τορώνης ἄνευ κινδύνων. τὰ μὲν οὖν κατὰ τὸν Βρασίδαν μέχρι τούτου προέβη κατὰ τοῦτον τὸν ἐνιαυτόν.