Ancient Greek · ~1 min
Book XII, Chapter 69
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 69.1-2
Not analysed yet
ἅμα δὲ τούτοις πραττομένοις περὶ τὸ Δήλιον ἐγένετο παράταξις κατὰ τὴν Βοιωτίαν Ἀθηναίων πρὸς Βοιωτοὺς διὰ τοιαύτας τινὰς αἰτίας. τῶν Βοιωτῶν τινες δυσαρεστούμενοι τῇ τότε πολιτείᾳ καὶ σπεύδοντες δημοκρατίας ἐν ταῖς πόλεσι καταστῆσαι, διελέχθησαν περὶ τῆς ἰδίας προαιρέσεως τοῖς Ἀθηναίων στρατηγοῖς Ἱπποκράτει καὶ Δημοσθένει, καὶ κατεπηγγέλλοντο παραδώσειν τὰς ἐν τῇ Βοιωτίᾳ πόλεις.