Ancient Greek · ~1 min
Fragment 19
Diogenes Babylonius, Testimonia et fragmenta 19
Not analysed yet
Simplicius in Aristot. Phys. p. 426, 1 Diels. καὶ οἱ ἀέρα δὲ πεπληγμένον τὴν φωνὴν ἀποδιδόντες, ὥσπερ Διογένης ὁ Βαβυλώνιος, ἁμαρτάνουσι. σῶμα γὰρ οὕτως ἔσται ἡ φωνή, εἴπερ ἐν γένει τῷ ἀέρι ἐστί, καὶ τὸ πεπονθός, τουτέστι τὸν πεπληγμένον ἀέρα, ἀντὶ τοῦ πάθους, ὅπερ ἐστὶν ἡ πληγή, ἀποδιδόασιν.