Ancient Greek · ~4 min
Fragment 20
Diogenes Babylonius, Testimonia et fragmenta 20
Not analysed yet
Diocles Magnes apud Diog. Laërt. VII 56. Λέξις δέ ἐστι κατὰ τοὺς Στωϊκούς, ὥς φησιν ὁ Διογένης, φωνὴ ἐγγράμματος, οἷον ἡμέρα. λόγος δέ ἐστι φωνὴ σημαντικὴ ἀπὸ διανοίας ἐκπεμπομένη, ⟨οἷον ἡμέρα ἐστι⟩. διάλεκτος δέ ἐστι λέξις κεχαραγμένη ἐθνικῶς τε καὶ Ἑλληνικῶς· ἢ λέξις ποταπή, τουτέστι ποιὰ κατὰ διάλεκτον, οἷον κατὰ μὲν τὴν Ἀτθίδα θάλαττα, κατὰ δὲ τὴν Ἰάδα ἡμέρη. τῆς δὲ λέξεως στοιχεῖά ἐστι τὰ εἰκοσιτέσσαρα γράμματα. τριχῶς δὲ λέγεται τὸ γράμμα, ⟨τό τε στοιχεῖον⟩ ὅ τε χαρακτὴρ τοῦ στοιχείου καὶ τὸ ὄνομα, οἷον ἄλφα. φωνήεντα δέ ἐστι τῶν στοιχείων ἑπτά· α, ε, η, ι, ο, υ, ω. ἄφωνα δὲ ἕξ· β, γ, δ, π, κ, τ. διαφέρει δὲ φωνὴ καὶ λέξις, ὅτι φωνὴ μὲν καὶ ὁ ἦχός ἐστι, λέξις δὲ τὸ ἔναρθρον μόνον. λέξις δὲ λόγου διαφέρει, ὅτι λόγος ἀεὶ σημαντικός ἐστι, λέξις δὲ καὶ ἀσήμαντος, ὡς ἡ βλίτυρι, λόγος δὲ οὐδαμῶς. διαφέρει δὲ καὶ τὸ λέγειν τοῦ προφέρεσθαι· προφέρονται μὲν γὰρ αἱ φωναί, λέγεται δὲ τὰ πράγματα, ἃ δὴ καὶ λεκτὰ τυγχάνει.