Ancient Greek · ~6 min
Fragment 64
Diogenes Babylonius, Testimonia et fragmenta 64
Not analysed yet
Philodemus de musica p. 12 Kemke. ἐν δὲ τῷ τρίτῳ μακρότερα μὲν εἴρηκε καὶ μάλιστα περ(ὶ τ)ῆς πρὸς τὸ δαιμόνιον μουσικῆς, οὐκ ἀποδεικτικῶς ἀλλ’ ἱστορικῶς καὶ ἐξηγητικῶς, ἀρκέσει δὲ τὴν συγκεφαλαίωσιν ἐπιτεμεῖν. κ)αὶ τ(ὴ)ν ἔννομόν τε καὶ σ(π)ου(δαζομ)ένην μουσικὴν πρῶ(τα) μέν φησιν ἕνεκα τῆς πρὸς τὸ θεῖον συνταχθῆναι τειμῆς, ἔπειτα τῆς τῶν ἐλευθέρων παιδείας· ὅτι δὲ πρὸς τ(ὸ) θε(ῖον), καὶ αὐτὰ σημαίνειν τὰ ὀνόματα, τό τε θεωρεῖν (καὶ τὸ)ν θεατὴν (καὶ τ)ὸ θέατρον. Idem lib. IV p. 66. περὶ τοίνυν τῆς διὰ τ(ῶν μου)σικῶν (τ)οῦ θείου τει(μῆς εἴρη)ται μὲν αὐταρκῶς καὶ πρότερον ---διόπερ οὐδ(ὲ) συνάγετα(ι) τὸ τοῖς κατὰ μέρος αὐτὴν χρησιμεύειν, ἀλλ’ εἴπερ ἄρα (τ)ῶ(ι) δημοσίῳ· καὶ τούτῳ δ’ οὔτε πᾶν εἶδος αὐτῆς οὔτε ὅσον ποτὲ παρ(αλαμ)βάνεται διαπεποι(κιλμέν)ο(ν), ἀ(λ)λὰ (ὁ)πό(σον) λιτ(ότερον)· καὶ οὐχ ὑπὸ πάντω(ν ἀλλ’) ὑπὸ τινῶν Ἑλλήν(ων κα)ὶ κατὰ ἐνίους καιροὺς καὶ (τό γε) νῦν διὰ μισθωτῶ(ν ἀνθρ)ώπω(ν. ---ἀλλὰ δὴ καὶ πάλαι τῶν γ’ Ὀλυμ(πίων) ἡ πλείστη δ(ό)σις οὐ(χὶ) τῶ(ν) μελῶν κα(ὶ) τ(ῶ)ν κ(ρ)ούσεων (ἦν, οὐδὲ) τοῦ θεωρε(ῖ)ν (καὶ τ)οῦ θ(εατοῦ) κα(ὶ το)ῦ θ(εάτ)ρο(υ)· καί(τοι) ὠνομάσθαι (φ)ήσει(εν) ἄν τις καὶ ἀπὸ τοῦ θεῖν τὸ θεωρεῖν καὶ τὸν θεατὴν (κ)αὶ τὸ θέατρο(ν)· οὐ γὰρ ἐπικοινωνεῖ τὸ θεῖον αὐτοῖς μᾶλλον ἢ τὸ θεῖν· καὶ τὰ θεάματα συνάγεσθαι τῆς τιμῆς ἕνεκα πα(ρειλῆ)φθαι τῶν θεῶν, ἀλλ’ οὐ τὴν μουσικήν, ἀκουστήν γ’ ὑπάρχουσαν· μᾶλλον δ’ ἀπὸ τοῦ ταῖς ὄψεσ(ιν) ὁρᾶν καὶ τῇ διανοίᾳ προσηγορεῦσθαι ταῦτα.