Ancient Greek · ~5 min
Fragment 65
Diogenes Babylonius, Testimonia et fragmenta 65
Not analysed yet
Philodemus de musica p. 67 Kemke. ἐπεὶ δὲ ἀποχρώντως καὶ περὶ τοῦ διὰ μουσικῆς παιδεύεσθαι λέλεκται, περὶ τῶν ἐ(γ)κωμίων αὐτὰ ταῦτ’ εἴπωμεν, ὅτι καὶ ὑπὸ τῶν ποιημάτων ἐγίνετο, ἀλλ’ οὐχ ὑπὸ τῶν κατὰ μουσικὴν τὴν νῦν ἐξεταζομένην. ---εἰς δὲ τοὺς γάμους καὶ μάγειροι καὶ δημιο(υρ)γοὶ παραλαμβάνονται, καὶ τὰ ποιήματ’ ἐστίν, οὐχ ἡ μουσική, τὰ τὴν εἰρημένην ὑπ’ αὐτοῦ παρεχόμενα χρείαν ἐν τοῖς ὑμεναί(οι)ς· καὶ βραχεῖά τις ἀπαρχὴ τοῦ γένους ἐγίνετο καὶ παρὰ τισίν, ἀλλ’ οὐχ ἅπασιν, καὶ τοῖς γαμοῦσιν, οὐ(χ)ὶ καὶ τοῖς ἄλ(λ)οις, εἰ δὴ καὶ γάμος ἁπλῶς ἀγαθὸν ἂν λέγοιτο. --καὶ μὴν (τό) γε ἐρωτικὸν πάθο(ς οὔθ’) ὅσιον ἀλλ(ὰ ---εἴ)ρη(τ)αι δὲ καὶ ὑπὸ τούτου ταρα(χ)ῶδες ὑπάρ(χ)ειν· οὔθ’ ἃ γίνε(σ)θαί φησι, διὰ μουσικῆς συν(τ)ελεῖτ’ ἀλλ’ ὑπὸ τῶν ποιημά(τ)ων, οὔτε βοηθεῖται διὰ (μ)ουσικῆς καὶ ποιητικῆς ἔρως (ἀ)λλ’ ὑπὸ τῶν πλείστων κα(ὶ) (τ)οῖς πλείστοις ἐκκάεται. κα(ὶ τ)ὰ γίνεσθαι δ’ ἐν τοῖς ἐρωτι(κ)οῖς ὑπὸ τούτου λεγόμενα παρίστησιν ἑκάτερον, ἐφιστα(μ)ένου δὲ λ(όγ)ο(υ) καὶ παντάπασι. καὶ τοὺς θ(ρή)νους μέντοι ποι(ή)ματ’ εἶναι συμβέ(β)ηκε καὶ τοῖς ὅλοις οὐ(δ)ὲν ἰατρεύειν τῆς λύπης, ἀλλ’ ἐνίοτε καὶ ἐπίσχει(ν), τὰ πολλὰ δὲ ἐπιτείνειν, καὶ δὴ (π)ρὸς τοῦτο τῶν (γ)ραφόν(τ)ων ἁμ(ιλ)λωμένων, εὐ(πάθει)αν δὲ καὶ εὐσχημοσύνην ἐκ (τ)ού(των) μὴ πα(ρ)α(κ)ολουθ(ε)ῖν, ἀ(λλ)ὰ τ(οὐ)ναντίον, εἰς ὑπερ(βολὴ)ν ἐκκαλουμένων, (μο)υσικῆς (ἦθο)ς οὐδ’ ἐπιδεχομένης.