Ancient Greek · ~6 min
Fragment 79
Diogenes Babylonius, Testimonia et fragmenta 79
Not analysed yet
Philodemus de musica p. 16 Kemke. ἔτι) δὲ τοῦτ’ ἀξι(οῖ [scil. τὸ μέλος] συνεργεῖν καὶ) πρὸς τὴν συμπο(τικὴν ἀρε)τήν· τοῦ γὰρ ἔρω(τος καὶ κα)θόλου τῶν ἐρωτ(ικῶν . . . . 29. οὐ)δ’ εὑρεθῆ(ναι πρεπωδεστέραν) ἐλευθέρ(οις) ἄλλ(η)ν ἄνεσ(ιν) καὶ παιδειὰ(ν) τοῦ τὸν μὲν ἆσαι, τὸν δὲ κιθαρίσαι, τὸν δὲ χορεῦσαι. καὶ γὰρ εἰ μή τις ἐπιτηδεύοι, τὸν οἶνον ἐ(κκ)αλεῖ(σθα)ι πολύφρονά (περ μάλ’ ἀεῖσαι) καὶ θ’ ἁπαλὸν (γελάσαι καί)τ’ ὀρχήσασθαι (Od. ξ 464sq.) . ταῦ(τα μὲν) ποιεῖν etc. Idem lib. IV p. 81. ἀλλὰ γὰρ ἐπεὶ πρὸς ἐρωτικὴν ἀρε(τ)ὴν οὐ φαίνεθ’ ἡ μουσικὴ συνεργοῦσα, δῆλον ὡς οὐδὲ πρὸς ἥν φησιν ο(ἰ)κείαν αὐτῆς εἶναι τὴν συμποτικὴν καὶ τὰ συμπόσια κοινῶς· ἐγὼ δ’ οὔτ’ εἶναι τὴν καλουμένην συμποτικὴν ἀρετὴν —ἀλλ’ οὐχὶ τὴν ὑπὸ τούτ(ω)ν πλασθησομένην -ἀπὸ φρονήσεως ἡγοῦμαι, τάχα δ’ (ο)ὐδὲ πίπτουσαν εἰς φρονίμ(ους), οὔ(τ)ε συμποσίοις ἔρωτας ἐναρμόττ(ε)ιν ὡς ἂν ταραχώδεις καὶ ἀτερπεῖς καὶ διαστατικοὺς τῶν συνόντων ὑπ(ά)ρχοντας. τὴν μέντ(οι μ)ουσικὴν οἰκείαν μὲν ε(ἶνα)ι συμποσίων κα(ὶ) τὰ παρ’ Ὁμ)ήρῳ δεόντως ἐπ(ι)σεσημάνθ̣αι δι[ο]δούς, ἔτι δ(ὲ) καὶ τὸ δεῖν ἀνίεσθαι καὶ (π)αίζειν ἐν αὐτοῖς, οὐ δώσω τὸ μ(η)δεμίαν εἶνα(ι) πρεπωδ(ε)στέραν ἐλευθέρ(οι)ς ἄνεσι(ν καὶ π)αιδιὰν τοῦ τὸν (μὲν) ἆσαι, τὸ(ν) δὲ κιθαρί(σ)αι, τ(ὸ)ν (δ)ὲ χορεῦσα(ι, τῶν δ’) ἐρ(ώτων πολλῷ ἀ)μείνους ε(ἶ)ναι (τοὺς κ)ατὰ μουσικὴν τὴν ἐ(π’) ἀκουσμάτων, οὐ τὴν αὐ(λ)ῶν. οὐχ ὁμο(λ)ογήσω δ’ οὐδ’ ἐκκαλεῖσθαι τὸ(ν) οἶνο(ν) ἐξ ἀ(ν)άγκης καὶ τοὺς φρ(ο)ν(ί)μους ἅπαντα ποιεῖν, ὅσα φη(σίν ---col. XVII. μὴ σκ(αι)ῶς ἀλλ’ ἐμμελῶς ἀνασ(τ)ρ(έ)φεσθαι.