Ancient Greek · ~3 min
Fragment 80
Diogenes Babylonius, Testimonia et fragmenta 80
Not analysed yet
Philodemus de musica lib. IV p. 83 Kemke. κἀκεῖνο δὲ χρηστ(ο)μαθῶς εἴρηται τὸ σαίνε(σθαι) μὲν καὶ τοὺς ἰδ(ι)ώτας ὑπὸ τῆς οἰκειότητος (scil. τῆς μουσικῆς πρὸς τὰ συμπόσια), παραλαμβάνειν (γ)έ τοι καὶ ἀκροάματ’ εἰς τὰ συμπόσι(α), διαπίπτειν δὲ τῷ μὴ τὸν Ὅμηρον καὶ τὸν Ἡσίοδον καὶ τοὺς ἄλλους π(ο)ητὰς τῶν μέτρων καὶ μελῶν· βελτίω γὰρ ἔστω τὰ χρώμενα συμπόσια τοῖς τούτων· μουσικῇ δὲ πῶς ἄμεινον χρῆ(τ)αι, ποητὰς ἀλλ’ οὐ μουσικ(ο)ὺς τούς γε τῶν μέτρων εἰσ(ά)γοντα; κἀν τῷ λοιπῷ βίῳ τοιγαροῦν ἐκ τινῶν χρόνων, εἰ καὶ μὴ παρ’ ὅλον σχεδόν, ὡς οὗτος ἔγραψε, ποι(κί)λη(ν) διαγωγὴν ὑπὸ (τῶν μ)ουσικῶν παρασκευ(άζ)εσθαι προσδεχόμενοι, τὸ π(ο)ικίλον καὶ πλεῖον ὑπ(ὸ τ)ῶν συμπλεκομένων γ(ίνε)σθαι φήσομεν, οὐχ ὑ(πὸ) τῆς μουσικῆς α(ὐτῆς etc.