Ancient Greek
Β, Κεφ. ια′. ΣΤΙΛΠΩΝ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 117-2
Not analysed yet
Κράτητος τοίνυν αὐτὸν ἐρωτήσαντος εἰ οἱ θεοὶ χαίρουσι ταῖς προσκυνήσεσι καὶ εὐχαῖς, φασὶν εἰπεῖν, περὶ τούτων μὴ ἐρώτα, ἀνόητε, ἐν ὁδῷ, ἀλλὰ μόνον. τὸ δʼ αὐτὸ καὶ Βίωνα ἐρωτηθέντα εἰ θεοί εἰσιν εἰπεῖν· οὐκ ἀπʼ ἐμοῦ σκεδάσεις ὄχλον, ταλαπείριε πρέσβυ; Ἦν δʼ ὁ Στίλπων καὶ ἀφελὴς καὶ ἀνεπίπλαστος πρός τε τὸν ἰδιώτην εὔθετος. Κράτητος γοῦν ποτε τοῦ κυνικοῦ πρὸς μὲν τὸ ἐρωτηθὲν οὐκ ἀποκριναμένου, ἀποπαρδόντος δέ, ᾔδειν, ἔφη, ὡς πάντα μᾶλλον φθέγξῃ ἢ ἃ δεῖ.