Ancient Greek
Β, Κεφ. ια′. ΣΤΙΛΠΩΝ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 118-2
Not analysed yet
ἀλλὰ καὶ ἰσχάδα προτείναντος αὐτῷ ποτε καὶ ἐρώτημα, δεξάμενον καταφαγεῖν· τοῦ δέ, ὦ Ἡράκλεις, εἰπόντος, ἀπολώλεκα τὴν ἰσχάδα· οὐ μόνον, ἔφη, ἀλλὰ καὶ τὸ ἐρώτημα, οὗ ἦν ἀρραβὼν ἡ ἰσχάς. πάλιν δὲ ἰδὼν τὸν Κράτητα χειμῶνος συγκεκαυμένον, ὦ Κράτης, εἶπε, δοκεῖς μοι χρείαν ἔχειν ἱματίου καινοῦ. [ὅπερ ἦν νοῦ καὶ ἱματίου.] καὶ τὸν ἀχθεσθέντα παρῳδῆσαι εἰς αὐτὸν οὕτω· καὶ μὴν Στίλπωνʼ εἰσεῖδον χαλέπʼ ἄλγεʼ ἔχοντα ἐν Μεγάροις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς. ἔνθα τʼ ἐρίζεσκεν, πολλοὶ δʼ ἀμφʼ αὐτὸν ἑταῖροι· τὴν δʼ ἀρετὴν παρὰ γράμμα διώκοντες κατέτριβον.