Ancient Greek
ΙΣΤΟΡΙΩΝ Ζ, Κεφ. γ′. ΗΡΙΛΛΟΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 166
Not analysed yet
Λέγεται δʼ ὅτι παιδὸς ὄντος αὐτοῦ ἠράσθησαν ἱκανοί, οὓς ἀποτρέψαι βουλόμενος ὁ Ζήνων ἠνάγκασε ξυρᾶσθαι Ἥριλλον, οἱ δʼ ἀπετράποντο. Τὰ δὲ βιβλία ἐστὶ τάδε· Περὶ ἀσκήσεως. Περὶ παθῶν. Περὶ ὑπολήψεως. Νομοθέτης. Μαιευτικός. Ἀντιφέρων. Διδάσκαλος. Διασκευάζων. Εὐθύνων. Ἑρμῆς. Μήδεια. Διάλογοι. Θέσεων ἠθικῶν.