Ancient Greek
ΙΣΤΟΡΙΩΝ Ζ, Κεφ. δ′. ΔΙΟΝΥΣΙΟΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 166-2
Not analysed yet
Διονύσιος δʼ ὁ Μεταθέμενος τέλος εἶπε τὴν ἡδονὴν διὰ περίστασιν ὀφθαλμίας· ἀλγήσας γὰρ ἐπιπόνως ὤκνησεν εἰπεῖν τὸν πόνον ἀδιάφορον. Ἦν δὲ παῖς μὲν Θεοφάντου, πόλεως δʼ Ἡρακλείας. ἤκουσε δέ, καθά φησι Διοκλῆς, πρῶτον μὲν Ἡρακλείδου τοῦ πολίτου, ἔπειτʼ Ἀλεξίνου καὶ Μενεδήμου, τελευταῖον δὲ Ζήνωνος.