Ancient Greek
ΙΣΤΟΡΙΩΝ Ζ, Κεφ. δ′. ΔΙΟΝΥΣΙΟΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 167
Not analysed yet
Καὶ κατʼ ἀρχὰς μὲν φιλογράμματος ὢν παντοδαποῖς ἐπεχείρει ποιήμασιν, ἔπειτα δὲ καὶ Ἄρατον ἀπεδέχετο, ζηλῶν αὐτόν. ἀποστὰς δὲ τοῦ Ζήνωνος πρὸς τοὺς Κυρηναϊκοὺς ἀπετράπη καὶ εἴς τε τὰ χαμαιτυπεῖα εἰσῄει καὶ τἄλλʼ ἀπαρακαλύπτως ἡδυπάθει. βιοὺς δὲ πρὸς τὰ ὀγδοήκοντʼ ἀσιτίᾳ κατέστρεψε. Βιβλία δʼ αὐτοῦ φέρεται τάδε· Περὶ ἀπαθείας β′. Περὶ ἀσκήσεως β′. Περὶ ἡδονῆς δ′. Περὶ πλούτου καὶ χάριτος καὶ τιμωρίας. Περὶ ἀνθρώπων χρήσεως. Περὶ εὐτυχίας. Περὶ ἀρχαίων βασιλέων. Περὶ τῶν ἐπαινουμένων. Περὶ βαρβαρικῶν ἐθῶν. Καὶ οὗτοι μὲν οἱ διενεχθέντες. διεδέξατο δὲ τὸν Ζήνωνα Κλεάνθης, περὶ οὗ λεκτέον.