Ancient Greek
ΒΙΩΝ ΚΑΙ ΓΝΩΜΩΝ ΤΩΝ ΕΝ ΦΙΛΟΣΟΦΙΑΙ ΕΥΔΟΚΙΜΗΣΑΝΤΩΝ ΤΩΝ ΕΙΣ ΔΕΚΑ ΤΟ ΕΚΤΟΝ, Κεφ. α′. ΑΝΤΙΣΘΕΝΗΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 17-6
Not analysed yet
Τόμος ἕβδομος ἐν ᾧ Περὶ παιδείας ἢ ὀνομάτων α′ β′ γ′ δ′ ε′. Περὶ ὀνομάτων χρήσεως ἐριστικός. Περὶ ἐρωτήσεως καὶ ἀποκρίσεως. Περὶ δόξης καὶ ἐπιστήμης α′ β′ γ′ δ′. Περὶ τοῦ ἀποθανεῖν. Περὶ ζωῆς καὶ θανάτου. Περὶ τῶν ἐν ᾅδου. Περὶ φύσεως α′ β′. Ἐρώτημα περὶ φύσεως β′. Δόξαι ἢ ἐριστικός. Περὶ τοῦ μανθάνειν προβλήματα. Τόμος ὄγδοος ἐν ᾧ Περὶ μουσικῆς. Περὶ ἐξηγητῶν. Περὶ Ὁμήρου. Περὶ ἀδικίας καὶ ἀσεβείας. Περὶ Κάλχαντος. Περὶ κατασκόπου. Περὶ ἡδονῆς. Τόμος ἔνατος ἐν ᾧ Περὶ Ὀδυσσείας. Περὶ τῆς ῥάβδου. Αθηνᾶ ἢ περὶ Τηλεμάχου. Περὶ Ἑλένης καὶ Πηνελόπης. Περὶ Πρωτέως. Κύκλωψ ἢ περὶ Ὀδυσσέως.