Ancient Greek
ΒΙΩΝ ΚΑΙ ΓΝΩΜΩΝ ΤΩΝ ΕΝ ΦΙΛΟΣΟΦΙΑΙ ΕΥΔΟΚΙΜΗΣΑΝΤΩΝ ΤΩΝ ΕΙΣ ΔΕΚΑ ΤΟ ΕΚΤΟΝ, Κεφ. α′. ΑΝΤΙΣΘΕΝΗΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 18-6
Not analysed yet
Περὶ οἴνου χρήσεως ἢ περὶ μέθης ἢ περὶ τοῦ Κύκλωπος. Περὶ Κίρκης. Περὶ Ἀμφιαράου. Περὶ τοῦ Ὀδυσσέως καὶ Πηνελόπης καὶ περὶ τοῦ κυνός. Τόμος δέκατος ἐν ᾧ Ἡρακλῆς ἢ Μίδας. Ἡρακλῆς ἢ περὶ φρονήσεως ἢ ἰσχύος. Κῦρος ἢ ἐρώμενος. Κῦρος ἢ κατάσκοποι. Μενέξενος ἢ περὶ τοῦ ἄρχειν. Ἀλκιβιάδης. Ἀρχέλαος ἢ περὶ βασιλείας. Καὶ ταῦτα μέν ἐστιν ἃ συνέγραψεν. Ὧι Τίμων διὰ τὸ πλῆθος ἐπιτιμῶν παντοφυῆ φλέδονά φησιν αὐτόν. ἐτελεύτησε δὲ ἀρρωστίᾳ· ὅτε καὶ Διογένης εἰσιὼν πρὸς αὐτὸν ἔφη, μήτι χρεία φίλου; καί ποτε παρʼ αὐτὸν ξιφίδιον ἔχων εἰσῄει. τοῦ δʼ εἰπόντος, τίς ἂν ἀπολύσειέ με τῶν πόνων; δείξας τὸ ξιφίδιον, ἔφη, τοῦτο· καὶ ὅς, τῶν πόνων, εἶπον, οὐ τοῦ ζῆν.