Ancient Greek
ΙΣΤΟΡΙΩΝ Ζ, Κεφ. ζ′. ΧΡΓΣΙΠΠΟΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 189
Not analysed yet
καίτοι τίνος χάριν ποριστέον αὐτῷ; εἰ μὲν γὰρ τοῦ ζῆν ἕνεκεν, ἀδιάφορον τὸ ζῆν· εἰ δὲ ἡδονῆς, καὶ αὕτη ἀδιάφορος· εἰ δὲ τῆς ἀρετῆς, αὐτάρκης αὕτη πρὸς εὐδαιμονίαν. καταγέλαστοι δὲ καὶ οἱ τρόποι τοῦ πορισμοῦ, οἷον οἱ ἀπὸ βασιλέως· εἴκειν γὰρ αὐτῷ δεήσει. καὶ οἱ ἀπὸ φιλίας· λήμματος γὰρ ὤνιος ἡ φιλία ἔσται. καὶ οἱ ἀπὸ σοφίας· μισθαρνήσει γὰρ ἡ σοφία. καὶ ταῦτα μὲν ἐγκαλεῖται. Ἐπεὶ δʼ ἐνδοξότατα τὰ βιβλίʼ ἐστὶν αὐτῷ, ἔδοξέ μοι καὶ τὴν πρὸς εἶδος ἀναγραφὴν αὐτῶν ἐνταῦθα καταχωρίσαι. καὶ ἔστι τάδε· Λογικοῦ τόπου. Θέσεις λογικαί. Τῶν τοῦ φιλοσόφου σκεμμάτων. Ὅρων διαλεκτικῶν πρὸς Μητρόδωρον ς′. Περὶ τῶν κατὰ τὴν διαλεκτικὴν ὀνομάτων πρὸς Ζήνωνα α′.