Ancient Greek
ΙΣΤΟΡΙΩΝ Ζ, Κεφ. ζ′. ΧΡΓΣΙΠΠΟΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 190
Not analysed yet
Τέχνη διαλεκτικὴ πρὸς Ἀρισταγόραν α′. Συνημμένων πιθανῶν πρὸς Διοσκουρίδην δ′. Λογικοῦ τόπου τοῦ περὶ τὰ πράγματα. Σύνταξις πρώτη· Περὶ ἀξιωμάτων α′. Περὶ τῶν οὐχ ἁπλῶν ἀξιωμάτων α′. Περὶ τοῦ συμπεπλεγμένου πρὸς Ἀθηνάδην α′ β′. Περὶ ἀποφατικῶν πρὸς Ἀρισταγόραν γ′. Περὶ τῶν καταγορευτικῶν πρὸς Ἀθηνόδωρον α′. Περὶ τῶν κατὰ στέρησιν λεγομένων πρὸς Θέαρον α′. Περὶ τῶν ἀορίστων ἀξιωμάτων πρὸς Δίωνα α′ β′ γ′. Περὶ τῆς διαφορᾶς τῶν ἀορίστων α′ β′ γ′ δ′. Περὶ τῶν κατὰ χρόνους λεγομένων α′ β′. Περὶ συντελικῶν ἀξιωμάτων β′. Σύνταξις δευτέρα· Περὶ ἀληθοῦς διεζευγμένου πρὸς Γοργιππίδην α′. Περὶ ἀληθοῦς συνημμένου πρὸς Γοργιππίδην α′ β′ γ′ δ′.