Ancient Greek
ΒΙΩΝ ΚΑΙ ΓΝΩΜΩΝ ΤΩΝ ΕΝ ΦΙΛΟΣΟΦΙΑΙ ΕΥΔΟΚΙΜΗΣΑΝΤΩΝ ΤΩΝ ΕΙΣ ΔΕΚΑ ΤΟ ΕΚΤΟΝ, Κεφ. α′. ΑΝΤΙΣΘΕΝΗΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 19-6
Not analysed yet
ἐδόκει γάρ πως μαλακώτερον φέρειν τὴν νόσον ὑπὸ φιλοζωίας. καὶ ἔστιν ἡμῶν εἰς αὐτὸν οὕτως ἔχον· τὸν βίον ἦσθα κύων, Ἀντίσθενες, ὧδε πεφυκὼς ὥστε δακεῖν κραδίην ῥήμασιν, οὐ στόμασιν· ἀλλʼ ἔθανες φθισικός, τάχʼ ἐρεῖ τις ἴσως· τί δὲ τοῦτο; πάντως εἰς Ἀΐδην δεῖ τινʼ ὁδηγὸν ἔχειν. Γεγόνασι δὲ καὶ ἄλλοι Ἀντισθένεις τρεῖς· Ἡρακλείτειος εἷς, καὶ ἕτερος Ἐφέσιος, καὶ Ῥόδιός τις ἱστορικός. Ἐπειδὴ δὲ τοὺς ἀπʼ Ἀριστίππου διεληλύθαμεν καὶ Φαίδωνος, νῦν ἑλκύσωμεν τοὺς ἀπʼ Ἀντισθένους κυνικούς τε καὶ στωικούς. καὶ ἐχέτω ὧδε.