Ancient Greek
ΙΣΤΟΡΙΩΝ Ζ, Κεφ. ζ′. ΧΡΓΣΙΠΠΟΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 192
Not analysed yet
Σύνταξις τετάρτη· Περὶ τῶν κατηγορημάτων πρὸς Μητρόδωρον ι′. Περὶ ὀρθῶν καὶ ὑπτίων πρὸς Φύλαρχον α′. Περὶ τῶν συναμμάτων πρὸς Ἀπολλωνίδην α′. Πρὸς Πασύλον περὶ κατηγορημάτων δ′. Σύνταξις πέμπτη· Περὶ τῶν πέντε πτώσεων α′. Περὶ τῶν κατὰ τὸ ὑποκείμενον ὡρισμένων ἐκφορῶν α′. Περὶ παρεμφάσεως πρὸς Στησαγόραν β′. Περὶ τῶν προσηγορικῶν β′. Λογικοῦ τόπου περὶ τὰς λέξεις καὶ τὸν κατʼ αὐτὰς λόγον. Σύνταξις πρώτη· Περὶ τῶν ἑνικῶν καὶ πληθυντικῶν ἐκφορῶν ς′. Περὶ λέξεων πρὸς Σωσιγένην καὶ Ἀλέξανδρον ε′. Περὶ τῆς κατὰ τὰς λέξεις ἀνωμαλίας πρὸς Δίωνα δ′. Περὶ τῶν πρὸς τὰς φωνὰς σωριτῶν λόγων γ′. Περὶ σολοικισμῶν. Περὶ σολοικιζόντων λόγων πρὸς Διονύσιον α′. Λόγοι παρὰ τὰς συνηθείας α′. Λέξις πρὸς Διονύσιον α′. Σύνταξις δευτέρα· Περὶ τῶν στοιχείων τοῦ λόγου καὶ τῶν λεγομένων ε′. Περὶ τῆς συντάξεως τῶν λεγομένων δ′.