Ancient Greek
ΙΣΤΟΡΙΩΝ Ζ, Κεφ. ζ′. ΧΡΓΣΙΠΠΟΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 193
Not analysed yet
Περὶ τῆς συντάξεως καὶ στοιχείων τῶν λεγομενων πρὸς Φίλιππον γ′. Περὶ τῶν στοιχείων τοῦ λόγου πρὸς Νικίαν α′. Περὶ τοῦ πρὸς ἕτερα λεγομένου α′. Σύνταξις τρίτη· Πρὸς τοὺς μὴ διαιρουμένους β′. Περὶ ἀμφιβολιῶν πρὸς Ἀπολλᾶν δ′. Περὶ τῶν τροπικῶν ἀμφιβολιῶν α′. Περὶ συνημμένης τροπικῆς ἀμφιβολίας β′. Πρὸς τὸ περὶ ἀμφιβολιῶν Πανθοίδου β′. Περὶ τῆς εἰς τὰς ἀμφιβολίας εἰσαγωγῆς ε′. Ἐπιτομὴ τῶν πρὸς Ἐπικράτην ἀμφιβολιῶν α′. Συνημμένα πρὸς τὴν εἰσαγωγὴν τῶν εἰς τὰς ἀμφιβολίας β′. Λογικοῦ τόπου πρὸς τοὺς λόγους καὶ τοὺς τρόπους. Σύνταξις πρώτη· Τέχνη λόγων καὶ τρόπων πρὸς Διοσκουρίδην ε′.