Ancient Greek
ΙΣΤΟΡΙΩΝ Ζ, Κεφ. ζ′. ΧΡΓΣΙΠΠΟΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 195
Not analysed yet
Σύνταξις δευτέρα· Περὶ τῶν περαινόντων λόγων πρὸς Ζήνωνα α′. Περὶ τῶν πρώτων καὶ ἀναποδείκτων συλλογισμων πρὸς Ζήνωνα α′. Περὶ τῆς ἀναλύσεως τῶν συλλογισμῶν α′. Περὶ τῶν παρελκόντων λόγων πρὸς Πασύλον β′. Περὶ τῶν εἰς τοὺς συλλογισμοὺς θεωρημάτων α′. Περὶ συλλογισμῶν εἰσαγωγικῶν πρὸς Ζήνωνα α′. Τῶν πρὸς εἰσαγωγὴν τρόπων πρὸς Ζήνωνα γ′. Περὶ τῶν κατὰ ψευδῆ σχήματα συλλογισμῶν ε′. Λόγοι συλλογιστικοὶ κατʼ ἀνάλυσιν ἐν τοῖς ἀναποδείκτοις α′. Τροπικὰ ζητήματα πρὸς Ζήνωνα καὶ Φιλομαθῆ α′ ʽτοῦτο δοκεῖ ψευδεπίγραφον̓. Σύνταξις τρίτη· Περὶ τῶν μεταπιπτόντων λόγων πρὸς Ἀθηνάδην α′ ψευδεπίγραφον.