Ancient Greek
ΙΣΤΟΡΙΩΝ Ζ, Κεφ. ζ′. ΧΡΓΣΙΠΠΟΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 194
Not analysed yet
Περὶ τῶν λόγων γ′. Περὶ τρόπων συστάσεως πρὸς Στησαγόραν β′. Σύγκρισις τῶν τροπικῶν ἀξιωμάτων α′. Περὶ ἀντιστρεφόντων λόγων καὶ συνημμένων α′. Πρὸς Ἀγάθωνα ἢ περὶ τῶν ἑξῆς προβλημάτων α′. Περὶ τοῦ τίνα συλλογιστικά τινος μετʼ ἄλλου τε καὶ μετʼ ἄλλων α′. Περὶ τῶν ἐπιφορῶν πρὸς Ἀρισταγόραν α′. Περὶ τοῦ τάττεσθαι τὸν αὐτὸν λόγον ἐν πλείοσι τρόποις α′. Πρὸς τὰ ἀντειρημένα τῷ τὸν αὐτὸν λόγον ἐν συλλογιστικῷ καὶ ἀσυλλογίστῳ τετάχθαι τρόπῳ β′. Πρὸς τὰ ἀντειρημένα ταῖς τῶν συλλογισμῶν ἀναλύσεσι γ′. Πρὸς τὸ περὶ τρόπων Φίλωνος πρὸς Τιμόστρατον α′. Λογικὰ συνημμένα πρὸς Τιμοκράτην καὶ Φιλομαθῆ· εἰς τὰ περὶ λόγων καὶ τρόπων α′.