Ancient Greek
ΙΣΤΟΡΙΩΝ Ζ, Κεφ. ζ′. ΧΡΓΣΙΠΠΟΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 198
Not analysed yet
Περὶ τοῦ ἐγκεκαλυμμένου πρὸς Ἀριστόβουλον β′. Περὶ τοῦ διαλεληθότος πρὸς Ἀθηνάδην α′. Σύνταξις ὀγδόη· Περὶ τοῦ οὔτιδος πρὸς Μενεκράτην η′. Περὶ τῶν ἐξ ἀορίστου καὶ ὡρισμένου λόγων πρὸς Πασύλον β′. Περὶ οὔτιδος λόγου πρὸς Ἐπικράτην α′. Σύνταξις ἐνάτη· Περὶ τῶν σοφισμάτων πρὸς Ἡρακλείδην καὶ Πόλλιν β′. Περὶ τῶν ἀπόρων διαλεκτικῶν πρὸς Διοσκουρίδην ε′. Πρὸς τὸ Ἀρκεσιλάου μεθόδιον πρὸς Σφαῖρον α′. Σύνταξις δεκάτη· Κατὰ τῆς συνηθείας πρὸς Μητρόδωρον ς′. Ὑπὲρ τῆς συνηθείας πρὸς Γοργιππίδην ζ′. Λογικοῦ τόπου τὰ τῶν προειρημένων τεττάρων διαφορῶν ἐκτὸς ὄντα καὶ περιέχοντα 〈τὰσ〉 σποράδην καὶ οὐ σωματικὰς ζητήσεις λογικάς, περὶ τῶν καταλεγομένων ζητημάτων ἐννέα καὶ τριάκοντα. ὁμοῦ τὰ πάντα τοῦ λογικοῦ ἕνδεκα καὶ τριακόσια.