Ancient Greek
ΙΣΤΟΡΙΩΝ Ζ, Κεφ. ζ′. ΧΡΓΣΙΠΠΟΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 199
Not analysed yet
Ἠθικοῦ λόγου τοῦ περὶ τὴν διάρθρωσιν τῶν ἠθικῶν ἐννοιῶν. Σύνταξις πρώτη· Ὑπογραφὴ τοῦ 〈ἠθικοῦ〉 λόγου πρὸς Θεόπορον α′. Θέσεις ἠθικαὶ α′. Πιθανὰ λήμματα εἰς τὰ δόγματα πρὸς Φιλομαθῆ γ′. Ὅρων τῶν τοῦ ἀστείου πρὸς Μητρόδωρον β′. Ὅρων τῶν τοῦ φαύλου πρὸς Μητρόδωρον β′. Ὅρων τῶν ἀναμέσων πρὸς Μητρόδωρον β′. Ὅρων τῶν κατὰ γένος πρὸς Μητρόδωρον ζ′. Ὅρων τῶν κατὰ τὰς ἄλλας τέχνας πρὸς Μητρόδωρον α′ β′. Σύνταξις δευτέρα· Περὶ τῶν ὁμοίων πρὸς Ἀριστοκλέα γ′. Περὶ τῶν ὅρων πρὸς Μητρόδωρον ζ′. Σύνταξις τρίτη· Περὶ τῶν οὐκ ὀρθῶς τοῖς ὅροις ἀντιλεγομένων πρὸς Λαοδάμαντα ζ′.