Ancient Greek
ΙΣΤΟΡΙΩΝ Ζ, Κεφ. ζ′. ΧΡΓΣΙΠΠΟΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 202
Not analysed yet
Περὶ τῆς διαλεκτικῆς πρὸς Ἀριστοκρέοντα δ′. Περὶ τῶν ἀντιλεγομένων τοῖς διαλεκτικοῖς γ′. Περὶ τῆς ῥητορικῆς πρὸς Διοσκουρίδην δ′. Σύνταξις τρίτη· Περὶ ἕξεως πρὸς Κλέωνα γ′. Περὶ τέχνης καὶ ἀτεχνίας πρὸς Ἀριστοκρέοντα δ′. Περὶ τῆς διαφορᾶς τῶν ἀρετῶν πρὸς Διόδωρον δ′. Περὶ τοῦ ποιὰς εἶναι τὰς ἀρετὰς α′. Περὶ ἀρετῶν πρὸς Πόλλιν β′. Ἠθικοῦ τόπου περὶ ἀγαθῶν καὶ κακῶν. Σύνταξις πρώτη· Περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς πρὸς Ἀριστοκρέοντα ι′. Ἀποδείξεις πρὸς τὸ μὴ εἶναι τὴν ἡδονὴν τέλος δ′. Ἀποδείξεις πρὸς τὸ μὴ εἶναι τὴν ἡδονὴν ἀγαθὸν δ′. Περὶ τῶν λεγομένων ὑπὲρ τῆς ***