Ancient Greek
ΙΣΤΟΡΙΩΝ Ζ, Κεφ. ζ′. ΧΡΓΣΙΠΠΟΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 201
Not analysed yet
Ἠθικοῦ τόπου περὶ τὸν κοινὸν λόγον καὶ τὰς ἐκ τούτου συνισταμένας τέχνας καὶ ἀρετάς. Σύνταξις πρώτη· Πρὸς τὰς ἀναζωγραφήσεις πρὸς Τιμώνακτα α′. Περὶ τοῦ πῶς ἕκαστα λέγομεν καὶ διανοούμεθα α′. Περὶ τῶν ἐννοιῶν πρὸς Λαοδάμαντα β′. Περὶ ὑπολήψεως πρὸς Πυθώνακτα γ′. Ἀποδείξεις πρὸς τὸ μὴ δοξάσειν τὸν σοφὸν α′. Περὶ καταλήψεως καὶ ἐπιστήμης καὶ ἀγνοίας δ′. Περὶ λόγου β′. Περὶ τῆς χρήσεως τοῦ λόγου πρὸς Λεπτίνην. Σύνταξις δευτέρα· Περὶ τοῦ ἐγκρίνειν τοὺς ἀρχαίους τὴν διαλεκτικὴν σὺν ταῖς ἀποδείξεσι πρὸς Ζήνωνα β′.