Ancient Greek
Γ, ΠΛΑΤΩΝ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 26-3
Not analysed yet
Φησὶ δʼ Ἡρακλείδης ὅτι νέος ὢν οὕτως ἦν αἰδήμων καὶ κόσμιος ὥστε μηδέποτε ὀφθῆναι γελῶν ὑπεράγαν· τοιοῦτος δʼ ὢν ὅμως ἐσκώφθη καὶ αὐτὸς ὑπὸ τῶν κωμικῶν. Θεόπομπος γοῦν ἐν Ἡδυχάρει φησὶν οὕτως· ἓν γάρ ἐστιν οὐδὲ ἕν, τὼ δὲ δύο μόλις ἕν ἐστιν, ὥς φησι Πλάτων. ἀλλὰ καὶ Ἀναξανδρίδης ἐν Θησεῖ· ὅτε τὰς μορίας ἔτρωγεν ὡσπερ〈εὶ〉 Πλάτων. ἀλλὰ καὶ Τίμων οὑτωσὶ παραγραμματίζων αὐτόν· ὡς ἀνέπλασσε Πλάτων 〈ὁ〉 πεπλασμένα θαύματα εἰδώς.