Ancient Greek
Γ, ΠΛΑΤΩΝ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 27-3
Not analysed yet
Ἄλεξις Μεροπίδι· εἰς καιρὸν ἥκεις· ὡς ἔγωγʼ ἀπορουμένη ἄνω κάτω τε περιπατοῦσʼ ὥσπερ Πλάτων σοφὸν οὐδὲν εὕρηκʼ, ἀλλὰ κοπιῶ τὰ σκέλη. καὶ ἐν Ἀγκυλίωνι· λέγεις περὶ ὧν οὐκ οἶσθα· συγγενοῦ τρέχων Πλάτωνι καὶ γνώσῃ λίτρον καὶ κρόμμυον. Ἄμφις Ἀμφικράτει· τὸ δʼ ἀγαθὸν ὅ τι ποτʼ ἐστίν, οὗ σὺ τυγχάνειν μέλλεις διὰ ταύτην, ἧττον οἶδα τοῦτʼ ἐγώ, ὦ δέσποτʼ, ἢ τὸ Πλάτωνος ἀγαθόν. —πρόσεχε δή.