Ancient Greek
Γ, ΠΛΑΤΩΝ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 30-3
Not analysed yet
εἰς δὲ τὸν Δίωνα ὧδε· δάκρυα μὲν Ἑκάβῃ τε καὶ Ἰλιάδεσσι γυναιξὶ Μοῖραι ἐπέκλωσαν δὴ τότε γεινομέναις, σοὶ δέ, Δίων, ῥέξαντι καλῶν ἐπινίκιον ἔργων δαίμονες εὐροίας ἐλπίδας ἐξέχεαν. κεῖσαι δʼ εὐρυχόρῳ ἐν πατρίδι τίμιος ἀστοῖς, ὦ ἐμὸν ἐκμήνας θυμὸν ἔρωτι Δίων.