Ancient Greek
Γ, ΠΛΑΤΩΝ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 31-3
Not analysed yet
τοῦτο καὶ ἐπιγεγράφθαι φησὶν ἐν Συρακούσαις ἐπὶ τῷ τάφῳ. Ἀλλὰ καὶ Ἀλέξιδος, φασίν, ἐρασθεὶς καὶ Φαίδρου, καθὰ προείρηται, τοῦτον ἐποίησε τὸν τρόπον· νῦν, ὅτε μηδὲν Ἄλεξις ὅσον μόνον εἶφʼ ὅτι καλός, ὦπται καὶ πάντῃ πᾶς τις ἐπιστρέφεται, θυμέ, τί μηνύεις κυσὶν ὀστέον; εἶτʼ ἀνιήσῃ ὕστερον; οὐχ οὕτω Φαῖδρον ἀπωλέσαμεν; ἔχειν τε Ἀρχεάνασσαν, εἰς ἣν καὶ αὐτὴν οὕτω ποιῆσαι· Ἀρχεάνασσαν ἔχω τὴν ἐκ Κολοφῶνος ἑταίραν, ἧς καὶ ἐπὶ ῥυτίδων ἕζετο δριμὺς ἔρως. ἆ δειλοὶ νεότητος ἀπαντήσαντες ἐκείνης πρωτοπλόου, διʼ ὅσης ἤλθετε πυρκαϊῆς.