Ancient Greek
Γ, ΠΛΑΤΩΝ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 32-3
Not analysed yet
ἀλλὰ καὶ εἰς Ἀγάθωνα· τὴν ψυχὴν Ἀγάθωνα φιλῶν ἐπὶ χείλεσιν εἶχον· ἦλθε γὰρ ἡ τλήμων ὡς διαβησομένη. καὶ ἄλλο· τῷ μήλῳ βάλλω σε· σὺ δʼ εἰ μὲν ἑκοῦσα φιλεῖς με, δεξαμένη τῆς σῆς παρθενίης μετάδος, εἰ δʼ ἄρʼ ὃ μὴ γίγνοιτο νοεῖς, τοῦτʼ αὐτὸ λαβοῦσα σκέψαι τὴν ὥρην ὡς ὀλιγοχρόνιος. 〈καὶ ἄλλο〉· μῆλον ἐγώ. βάλλει με φιλῶν σέ τις· ἀλλʼ ἐπίνευσον Ξανθίππη· κἀγὼ καὶ σὺ μαραινόμεθα.