Ancient Greek
Β, Κεφ. ε′. ΣΩΚΡΑΤΗΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 33-2
Not analysed yet
Εὐριπίδου δʼ ἐν τῇ Αὔγῃ εἰπόντος περὶ ἀρετῆς, κράτιστον εἰκῆ ταῦτʼ ἐᾶν ἀφειμένα, ἀναστὰς ἐξῆλθε, φήσας γελοῖον εἶναι ἀνδράποδον μὲν μὴ εὑρισκόμενον ἀξιοῦν ζητεῖν, ἀρετὴν δʼ οὕτως ἐᾶν ἀπολωλέναι. ἐρωτηθεὶς πότερον γῆμαι ἢ μή, ἔφη, ὃ ἂν αὐτῶν ποιήσῃς, μεταγνώσῃ. ἐλεγέ τε θαυμάζειν τῶν τὰς λιθίνας εἰκόνας κατασκευαζομένων τοῦ μὲν λίθου προνοεῖν ὅπως ὁμοιότατος ἔσται, αὑτῶν δʼ ἀμελεῖν, ὡς μὴ ὁμοίους τῷ λίθῳ φαίνεσθαι. ἠξίου δὲ καὶ τοὺς νέους συνεχὲς κατοπτρίζεσθαι, ἵνʼ εἰ μὲν καλοὶ εἶεν, ἄξιοι γίγνοιντο· εἰ δʼ αἰσχροί, παιδείᾳ τὴν δυσείδειαν ἐπικαλύπτοιεν.