Ancient Greek
Β, Κεφ. ε′. ΣΩΚΡΑΤΗΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 34-2
Not analysed yet
Καλέσας ἐπὶ δεῖπνον πλουσίους, καὶ τῆς Ξανθίππης αἰδουμένης ἔφη, θάρρει· εἰ μὲν γὰρ εἶεν μέτριοι, συμπεριενεχθεῖεν ἄν· εἰ δὲ φαῦλοι, ἡμῖν αὐτῶν οὐδὲν μελήσει. ἔλεγέ τε τοὺς μὲν ἄλλους ἀνθρώπους ζῆν ἵνʼ ἐσθίοιεν· αὐτὸς δὲ ἐσθίειν ἵνα ζῴη. πρὸς τὸ οὐκ ἀξιόλογον πλῆθος ἔφασκεν ὅμοιον εἴ τις τετράδραχμον ἓν ἀποδοκιμάζων τὸν ἐκ τῶν τοιούτων σωρὸν ὡς δόκιμον ἀποδέχοιτο. Αἰσχίνου δὲ εἰπόντος, πένης εἰμὶ καὶ ἄλλο μὲν οὐδὲν ἔχω, δίδωμι δέ σοι ἐμαυτόν, ἆρʼ οὖν, εἶπεν, οὐκ αἰσθάνῃ τὰ μέγιστά μοι διδούς; τὸν ἀποδυσπετοῦντα ἐπὶ τῷ παρορᾶσθαι, ὁπότε ἐπανέστησαν οἱ τριάκοντα, ἆρα, ἔφη, μήτι σοι μεταμέλει;