Ancient Greek
Δ, Κεφ. σ′. ΑΡΚΕΣΙΛΑΟΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 33-4
Not analysed yet
ἀλλὰ καὶ τὸν Πύρρωνα κατά τινας ἐζηλώκει καὶ τῆς διαλεκτικῆς εἴχετο καὶ τῶν Ερετρικῶν ἥπτετο λόγων, ὅθεν καὶ ἐλέγετο ἐπʼ αὐτοῦ ὑπʼ Ἀρίστωνος· πρόσθε Πλάτων, ὄπιθεν Πύρρων, μέσσος Διόδωρος. καὶ ὁ Τίμων ἐπʼ αὐτοῦ φησιν οὕτως· τῇ γὰρ ἔχων Μενεδήμου ὑπὸ στέρνοισι μόλιβδον θεύσεται ἢ Πύρρωνα τὸ πᾶν κρέας ἢ Διόδωρον. καὶ διαλιπὼν αὐτὸν ποιεῖ λέγοντα· νήξομαι εἰς Πύρρωνα καὶ εἰς σκολιὸν Διόδωρον. Ἦν δὲ καὶ ἀξιωματικώτατος καὶ συνηγμένος καὶ ἐν τῇ λαλιᾷ διαστατικὸς τῶν ὀνομάτων, ἐπικόπτης θʼ ἱκανῶς καὶ παρρησιαστής·