Ancient Greek
Δ, Κεφ. σ′. ΑΡΚΕΣΙΛΑΟΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 34-4
Not analysed yet
διὸ καὶ πάλιν ὁ Τίμων οὑτωσὶ περὶ αὐτοῦ· καὶ *νόον αἱμυλίοις ἐπιπλήξεσιν ἐγκαταμιγνύς. ὅθεν καὶ πρὸς τὸν θρασύτερον διαλεγόμενον νεανίσκον, οὐ λήψεταί τις, ἔφη, τοῦτον ἀστραγάλῳ; πρὸς δὲ τὸν αἰτίαν ἔχοντα περαίνεσθαι, ὡς ἀνήνεγκεν αὐτῷ ὅτι οὐ δοκεῖ ἕτερον ἕτερου μεῖζον εἶναι, ἠρώτησεν εἰ οὐδὲ τὸ δεκαδάκτυλον τοῦ ἑξαδακτύλου. Ἥμονος δέ τινος Χίου ἀειδοῦς ὄντος καὶ ὑπολαμβάνοντος εἶναι καλοῦ καὶ ἐν χλανίσιν ἀεὶ ἀναστρεφομένου εἰπόντος ὅτι οὐ δοκεῖ αὐτῷ 〈ὁ〉 σοφὸς ἐρασθήσεσθαι, ἔφη, πότερον οὐδʼ ἐὰν οὕτω καλὸς ᾖ τις ὥσπερ σὺ οὐδʼ ἐὰν οὕτω καλὰ ἱμάτια ἔχῃ; ἐπεὶ δὲ καὶ παρακίναιδος ὢν ὡς εἰς βαρὺν τὸν Ἀρκεσίλαον ἔφη·