Ancient Greek
ΙΣΤΟΡΙΩΝ Ζ, Κεφ. α′. ΖΗΝΩΝ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 35-7
Not analysed yet
Γεγόνασι δὲ Ζήνωνες ὀκτώ· πρῶτος ὁ Ἐλεάτης, περὶ οὗ λέξομεν· δεύτερος αὐτὸς οὗτος· τρίτος Ῥόδιος, τὴν ἐντόπιον γεγραφὼς ἱστορίαν ἑνιαίαν· τέταρτος ἱστορικός, τὴν Πύρρου γεγραφὼς στρατείαν εἰς Ἰταλίαν καὶ Σικελίαν, ἀλλὰ καὶ ἐπιτομὴν τῶν πεπραγμένων Ῥωμαίοις τε καὶ Καρχηδονίοις· πέμπτος Χρυσίππου μαθητής, βιβλία μὲν ὀλίγα γεγραφώς, μαθητὰς δὲ πλείστους καταλελοιπώς· ἕκτος ἰατρὸς Ἡροφίλειος, νοῆσαι μὲν ἱκανός, γράψαι δʼ ἄτονος· ἕβδομος γραμματικός, οὗ πρὸς τοῖς ἄλλοις καὶ ἐπιγράμματα φέρεται· ὄγδοος Σιδώνιος τὸ γένος, φιλόσοφος Ἐπικούρειος καὶ νοῆσαι καὶ ἑρμηνεῦσαι σαφής.