Ancient Greek
ΙΣΤΟΡΙΩΝ Ζ, Κεφ. α′. ΖΗΝΩΝ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 36-7
Not analysed yet
Μαθηταὶ δὲ Ζήνωνος πολλοὶ μέν, ἔνδοξοι δὲ Περσαῖος Δημητρίου Κιτιεύς, ὃν οἱ μὲν γνώριμον αὐτοῦ, οἱ δὲ οἰκέτην ἕνα τῶν εἰς βιβλιογραφίαν πεμπομένων αὐτῷ παρʼ Ἀντιγόνου, οὗ καὶ τροφεὺς ἦν τοῦ παιδὸς Ἁλκυονέως. διάπειραν δέ ποτε βουληθεὶς λαβεῖν αὐτοῦ ὁ Ἀντίγονος ἐποίησεν αὐτῷ πλαστῶς ἀγγελθῆναι ὡς εἴη τὰ χωρία αὐτοῦ πρὸς τῶν πολεμίων ἀφῃρημένα· καὶ σκυθρωπάσαντος, ὁρᾷς, ἔφη, ὅτι οὐκ ἔστιν ὁ πλοῦτος ἀδιάφορον; Βιβλία δὲ αὐτοῦ φέρεται τάδε· Περὶ βασιλείας. Πολιτεία Λακωνική. Περὶ γάμου. Περὶ ἀσεβείας. Θυέστης. Περὶ ἐρώτων. Προτρεπτικοί. Διατριβῶν. Χρειῶν δ′ Ἀπομνημονεύματα. Πρὸς τοὺς Πλάτωνος νόμους ζ′.