Ancient Greek
Δ, Κεφ. σ′. ΑΡΚΕΣΙΛΑΟΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 36-4
Not analysed yet
Πρὸς Ἀλεξίνειόν τινα διαλεκτικὸν μὴ δυνάμενον κατʼ ἀξίαν τῶν Ἀλεξίνου τι διηγήσασθαι τὸ Φιλοξένῳ πρὸς τοὺς πλινθιακοὺς πραχθὲν εἶπεν· ἐκεῖνος γὰρ τὰ αὑτοῦ κακῶς ᾅδοντας τούτους καταλαβὼν αὐτὸς τὰς πλίνθους αὐτῶν συνεπάτησεν, εἰπών, ὡς ὑμεῖς τὰ ἐμὰ διαφθείρετε, οὕτω κἀγὼ τὰ ὑμέτερα. ἤχθετο οὖν δὴ τοῖς μὴ καθʼ ὥραν τὰ μαθήματα ἀνειληφόσι. φυσικῶς δέ πως ἐν τῷ διαλέγεσθαι ἐχρῆτο τῷ Φημʼ ἐγώ, καί, Οὐ συγκαταθήσεται τούτοις ὁ δεῖνα, εἰπὼν τοὔνομα· ὃ καὶ πολλοὶ τῶν μαθητῶν ἐζήλουν 〈ὡσ〉 καὶ τὴν ῥητορείαν καὶ πᾶν τὸ σχῆμα.