Ancient Greek
Δ, Κεφ. σ′. ΑΡΚΕΣΙΛΑΟΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 35-4
Not analysed yet
ἔξεστʼ ἐρωτᾶν πότνιά σʼ ἢ σιγὴν ἔχω; ὑπολαβὼν ἔφη· γύναι, τί μοι τραχεῖα κοὐκ εἰθισμένως λαλεῖς; στωμύλου δὲ ἀγεννοῦς πράγματα αὐτῷ παρέχοντος ἔφη· ἀκόλασθʼ ὁμιλεῖν γίγνεται δούλων τέκνα. ἄλλου δὲ πολλὰ φλυαροῦντος οὐδὲ τίτθης αὐτὸν χαλεπῆς τετυχηκέναι ἔφη· τισὶ δὲ οὐδὲ ἀπεκρίνετο. πρὸς δὲ τὸν δανειστικὸν καὶ φιλόλογον εἰπόντα τι ἀγνοεῖν, ἔφη· λήθουσι γάρ τοι κἀνέμων διέξοδοι θήλειαν ὄρνιν, πλὴν ὅταν τόκος παρῇ. ἔστι δὲ ταῦτα ἐκ τοῦ Οἰνομάου τοῦ Σοφοκλέους.