Ancient Greek
Θ, Κεφ. ζ′. ΔΗΜΟΚΡΙΤΟΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 46-9
Not analysed yet
Ἔστι δε ἤθικα μὲν τάδε· Πυθαγόρης. Περὶ τῆς τοῦ σοφοῦ διαθέσεως. Περὶ τῶν ἐν Ἅιδου. Τριτογένεια ʽτοῦτο δέ ἐστιν, ὅτι τρία γίνεται ἐξ αὐτῆς, ἃ πάντα ἀνθρώπινα συνέχεἰ. Περὶ ἀνδραγαθίας ἢ περὶ ἀρετῆς. Ἀμαλθείης κέρας. Περὶ εὐθυμίης. Ὑπομνημάτων ἠθικῶν· ἡ γὰρ Εὐεστὼ οὐχ εὑρίσκεται. καὶ ταῦτα μὲν τὰ ἠθικα. Φυσικὰ δὲ τάδε· Μέγας διάκοσμος (ὃν οἱ περὶ Θεόφραστον Λευκίππου φασὶν εἶναι). Μικρὸς διάκοσμος. Κοσμογραφίη. Περὶ τῶν πλανήτων. Περὶ φύσεως πρῶτον. Περὶ ἀνθρώπου φύσιος (ἢ Περὶ σαρκό̓ς), δεύτερον. Περὶ νοῦ. Περὶ αἰσθησίων (ταῦτά τινες ὅμου γράφοντες Περὶ ψυχῆς ἐπιγράφουσι). Περὶ χυμῶν. Περὶ χροῶν.