Ancient Greek
Θ, Κεφ. ζ′. ΔΗΜΟΚΡΙΤΟΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 47-9
Not analysed yet
Περὶ τῶν διαφερόντων ῥυσμῶν. Περὶ ἀμειψιρυσμιῶν. Κρατυντήρια (ὅπερ ἐστὶν ἐπικριτικὰ τῶν προειρημένων). Περὶ εἰδώλων ἢ περὶ προνοίας. Περὶ λογικῶν ἢ κανὼν α′ β′ γʼ. Ἀπορημάτων. ταῦτα καὶ περὶ φύσεως. Τὰ δὲ ἀσύντακτά ἐστι τάδε· Αἰτίαι οὐράνιαι. Αἰτίαι ἀέριοι. Αἰτίαι ἐπίπεδοι. Αἰτίαι περὶ πυρὸς καὶ τῶν ἐν πυρἱ. Αἰτίαι περὶ φωνῶν. Αἰτίαι περὶ σπερμάτων καὶ φυτὣν καὶ καρπῶν. Αἰτίαι περὶ ζῴων α′ β′ γʼ. Αἰτίαι σύμμικτοι. Περὶ τῆς λίθου. ταῦτα καὶ τὰ ἀσύντακτα. Μαθηματικὰ δὲ τάδε· Περὶ διαφορῆς γωνίης ἢ Περὶ ψαύσιος κύκλου καὶ σφαίρης. Περὶ γεωμετρίης. Γεωμετρικῶν. Ἀριθμοί. Περὶ ἀλόγων γραμμῶν καὶ ναστῶν α# β#. Ἐκπετάσματα.