Ancient Greek
Δ, Κεφ. ζ′. ΒΙΩΝ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 53-4
Not analysed yet
καὶ ὅλως καὶ μουσικὴν καὶ γεωμετρίαν διέπαιζεν. ἦν δὲ πολυτελής· καὶ διὰ τοῦτο πόλιν ἐκ πόλεως ἤμειβεν, ἐνίοτε καὶ φαντασίαν ἐπιτεχνώμενος. ἐν γοῦν Ῥόδῳ τοὺς ναύτας ἔπεισε σχολαστικὰς ἐσθῆτας ἀναλαβεῖν καὶ ἀκολουθῆσαι αὐτῷ· σὺν οἷς εἰσβάλλων εἰς τὸ γυμνάσιον περίβλεπτος ἦν. εἰώθει τε νεανίσκων τινῶν υἱοθεσίας ποιεῖσθαι εἰς τὸ ἀποχρῆσθαι αὐτοῖς ἔς τε τὰς ἡδονὰς καὶ ὥστε φυλάττεσθαι ὑπʼ εὐνοίας αὐτῶν· ἀλλὰ καὶ φίλαυτος ἦν ἰσχυρῶς καὶ πολὺς ἐγκείμενος τῷ Κοινὰ τὰ φίλων. παρʼ ὃ καὶ οὐδεὶς μαθητὴς αὐτοῦ ἐπιγράφεται, τοσούτων αὐτῷ σχολασάντων· καίτοι τινὰς εἰς ἀναισχυντίαν προῆγεν.