Ancient Greek
Δ, Κεφ. ζ′. ΒΙΩΝ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 54-4
Not analysed yet
ὁ γοῦν Βητίων εἷς τῶν συνήθων αὐτῷ πρὸς Μενέδημόν ποτε λέγεται εἰπεῖν, ἐγώ τοι, ὦ Μενέδημε, νύκτωρ συνδέομαι Βίωνι καὶ οὐδὲν ἄτοπον δοκῶ μοι πεπονθέναι. πολλὰ δὲ καὶ ἀθεώτερον προεφέρετο τοῖς ὁμιλοῦσι, τοῦτο Θεοδώρειον ἀπολαύσας. καὶ ὕστερόν ποτε ἐμπεσὼν εἰς νόσον, ὡς ἔφασκον οἱ ἐν Χαλκίδι—αὐτόθι γὰρ καὶ κατέστρεψε—περίαπτα λαβεῖν ἐπείσθη καὶ μεταγινώσκειν ἐφʼ οἷς ἐπλημμέλησεν εἰς τὸ θεῖον. ἀπορίᾳ δὲ καὶ τῶν νοσοκομούντων δεινῶς διετίθετο, ἕως Ἀντίγονος αὐτῷ δύο θεράποντας ἀπέστειλε. καὶ ἠκολούθει γε αὐτὸς ἐν φορείῳ, καθά φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ. Ἀλλὰ καὶ ὣς κατέστρεψε καὶ ἡμεῖς αὐτὸν οὕτως ᾐτιασάμεθα·