Ancient Greek
Ε, Κεφ. β′. ΘΕΟΦΡΑΣΤΟΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 56-4
Not analysed yet
ἐπειδὴ δὲ οὔτʼ ἐκείνοις ἑώρων ῥᾴδιον ὄντα συνοικονομεῖν λυσιτελέστερόν τʼ αὐτοῖς ὑπελάμβανον εἶναι τεταγμένον τι λαβεῖν παρὰ Ἱππάρχου, δότω Ἵππαρχος Μελάντῃ καὶ Παγκρέοντι, ἑκατέρῳ τάλαντον· διδόναι δʼ Ἵππαρχον καὶ τοῖς ἐπιμεληταῖς εἰς τὰ ἀναλώματα τὰ ἐν τῇ διαθήκῃ γεγραμμένα κατὰ τοὺς ἑκάστου καιροὺς τῶν δαπανημάτων. οἰκονομήσαντα δὲ ταῦτα Ἵππαρχον ἀπηλλάχθαι τῶν συμβολαίων τῶν πρὸς ἐμὲ πάντων· καὶ εἴ τι ἐπὶ τοῦ ἐμοῦ ὀνόματος συμβέβληκεν Ἵππαρχος ἐν Χαλκίδι, Ἱππάρχου τοῦτό ἐστιν. ἐπιμεληταὶ δὲ ἔστωσαν τῶν ἐν τῇ διαθήκῃ γεγραμμένων Ἵππαρχος, Νηλεύς, Στράτων, Καλλῖνος, Δημότιμος, Καλλισθένης, Κτήσαρχος.