Ancient Greek
Ε, Κεφ. β′. ΘΕΟΦΡΑΣΤΟΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 57-4
Not analysed yet
αἱ διαθῆκαι κεῖνται ἀντίγραφα τῷ Θεοφράστου δακτυλίῳ σεσημασμέναι, μία μὲν παρὰ Ἡγησίᾳ Ἱππάρχου· μάρτυρες Κάλλιππος Παλληνεύς, Φιλόμηλος Εὐωνυμεύς, Λύσανδρος Ὑβάδης, Φίλων Ἀλωπεκῆθεν. τὴν δʼ ἑτέραν ἔχει Ὀλυμπιόδωρος· μάρτυρες δʼ οἱ αὐτοί. τὴν δʼ ἑτέραν ἔλαβεν Ἀδείμαντος, ἀπήνεγκε δὲ Ἀνδροσθένης ὁ υἱός· μάρτυρες Ἀρίμνηστος Κλεοβούλου, Λυσίστρατος Φείδωνος Θάσιος, Στράτων Ἀρκεσιλάου Λαμψακηνός, Θήσιππος Θησίππου ἐκ Κεραμέων, Διοσκουρίδης Διονυσίου Ἐπικηφίσιος. Ὧδʼ ἔχουσιν αὐτῷ καὶ αἱ διαθῆκαι. Ἀκοῦσαι δʼ αὐτοῦ καὶ Ἐρασίστρατον τὸν ἰατρόν εἰσιν οἳ λέγουσι· καὶ εἰκός.