Ancient Greek
ΙΣΤΟΡΙΩΝ Ζ, Κεφ. α′. ΖΗΝΩΝ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 66-7
Not analysed yet
διαφέρει δʼ ἀξίωμα καὶ ἐρώτημα καὶ πύσμα 〈καὶ〉 προστακτικὸν καὶ ὁρκικὸν καὶ ἀρατικὸν καὶ ὑποθετικὸν καὶ προσαγορευτικὸν καὶ πρᾶγμα ὅμοιον ἀξιώματι. ἀξίωμα μὲν γάρ ἐστιν ὃ λέγοντες ἀποφαινόμεθα, ὅπερ ἢ ἀληθές ἐστιν ἢ ψεῦδος. ἐρώτημα δέ ἐστι πρᾶγμα αὐτοτελὲς μέν, ὡς καὶ τὸ ἀξίωμα, αἰτητικὸν δὲ ἀποκρίσεως, οἷον ἆρά γʼ ἡμέρα ἐστί ; τοῦτο δʼ οὔτε ἀληθές ἐστιν οὔτε ψεῦδος, ὥστε τὸ μὲν ἡμέρα ἐστίν ἀξίωμά ἐστι, τὸ δὲ ἆρά γʼ ἡμέρα ἐστίν ; ἐρώτημα. πύσμα δέ ἐστι πρᾶγμα πρὸς ὃ συμβολικῶς οὐκ ἔστιν ἀποκρίνεσθαι, ὡς ἐπὶ τοῦ ἐρωτήματος, Ναί, ἀλλὰ δεῖ εἰπεῖν οἰκεῖ ἐν τῷδε τῷ τόπῳ.