Ancient Greek
ΙΣΤΟΡΙΩΝ Ζ, Κεφ. α′. ΖΗΝΩΝ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 67-7
Not analysed yet
Προστακτικὸν δέ ἐστι πρᾶγμα ὃ λέγοντες προστάσσομεν, οἷον, σὺ μὲν βάδιζε τὰς ἐπʼ Ἰνάχου ῥοάς. ὁρκικὸν δέ ἐστι πρᾶγμα **〈προσαγορευτικὸν〉 δέ ἐστι πρᾶγμα ὃ εἰ λέγοι τις, προσαγορεύοι ἄν, οἷον, Ἀτρείδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον. ὅμοιον δʼ ἐστὶν ἀξιώματι ὃ τὴν ἐκφορὰν ἔχον ἀξιωματικὴν παρά τινος μορίου πλεονασμὸν ἢ πάθος ἔξω πίπτει τοῦ γένους τῶν ἀξιωμάτων, οἷον, καλός γʼ ὁ παρθενών. ὡς Πριαμίδῃσιν ἐμφερὴς ὁ βουκόλος.